Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.352 Joseph. AJ 18.357 (English) >>Joseph. AJ 18.362

18.355Ἀνιλαῖος δὲ ταῦτα πυθόμενος παρὰ ἀνδρὸς Σύρου ἀλλοφύλου ἐξ ἑτέρας κώμης τά τε ἄλλα φράζοντος ἀκριβῶς καὶ τὸ χωρίον, ἔνθα Μιθριδάτης ἤμελλεν δαίνυσθαι, δειπνοποιησάμενος καθʼ ὥραν ἤλαυνε νυκτὸς ἀμαθέσι τῶν ποιουμένων χρῄζων τοῖς Παρθυαίοις ἐπιπεσεῖν. 18.356καὶ περὶ τετάρτην φυλακὴν ἐπιπεσὼν τοὺς μὲν ἔτι κοιμωμένους ἀναιρεῖ τοὺς δὲ εἰς φυγὴν τρέπει, Μιθριδάτην δὲ ζωγρίᾳ λαβὼν ἦγεν ὡς αὐτὸν ἐπὶ ὄνον γυμνὸν ἀναθέμενος, ἥπερ ἀτιμιῶν μεγίστη νομίζεται παρὰ Παρθυαίοις. 18.357καταγαγὼν δὲ εἰς τὴν ὕλην μετὰ τοιοῦδε ὁρίσματος, καὶ κελευόντων τῶν φίλων ἀναιρεῖν τὸν Μιθριδάτην ἀνεδίδασκεν αὐτοὺς σπεύδων αὐτὸς ἐναντία· μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένους τε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον· 18.358νῦν μὲν γὰρ ἀνεκτὰ εἶναι τὰ πεπραγμένα· καὶ γὰρ εἰ περιύβρισται Μιθριδάτης, ἀλλʼ οὖν σωτηρίᾳ τῆς ψυχῆς εὐεργετούμενον χάριτος μνήσεσθαι τοῖς τὰ τοιάδε παρασχοῦσιν, 18.359παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διά τε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατʼ ἐκείνους ἀκμῆς πληθύι χρώμενον. 18.360καὶ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.352 Joseph. AJ 18.357 (English) >>Joseph. AJ 18.362

Powered by PhiloLogic